Τετάρτη 30 Ιουνίου 2010

ΜΕΘ ΗΜΩΝ Ο ΘΕΟΣ


Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἰσχυκότες ἡττᾶσθε.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.


Δείτε  βίντεο



Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός,

Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ἡμᾶς.

Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.

Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Θαυμαστὸς σύμβουλος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Πατὴρ τοῦ μέλλοντος αἰῶνος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.


Δόξα...

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ νῦν...

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Δεν υπάρχουν σχόλια: